“πεύθετο γὰρ Κύπρονδε μέγα κλέος” (Il. 11, 21), εἰς Κύπρον ἠκούετο. διὸ καὶ νῦν κατὰ συναλοιφὴν ἀκουστέον, ἵνʼ ᾖ τὸ πλῆρες πάντοσε ἀκούειν.
εἰς σε ἐπιρρήματα τοῖς εἰς θεν ὁμοτονεῖ, ἄλλοθεν ἄλλοσε, ὁμόθεν ὁμόσε. οὕτως οὖν εἰ “πάντοθεν ἐκ κευθμῶν” (Il. 13, 28), καὶ “πάντοσε δαιδάλλων” (Il. 18, 479).
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.