θείς δοκεῖ διὰ τούτων συγχεῖσθαι ἡ διαφορὰ τοῦ βαλεῖν καὶ οὐτάσαι· βέβληται γὰρ ὁ Πήδασος. καὶ μή ποτε γραφή τις ἐφέρετο, διʼ ἧς τὸ τῆς λέξεως σύνηθες ἐφύλασσεν Ὅμηρος· οὐ γὰρ ἂν αὐτὸ ἀπαραμύθητον ὁ Ἀρίσταρχος ἀφῆκεν. ἐν τοίνυν τῇ Φιλήμονος οὕτως ἐφέρετο ὁ δὲ Πήδασον ἤλασεν ἵππον· ἔστι γὰρ ὅτε ἐπὶ τῆς πληγῆς
τὸ ἤλασεν κεῖται, ὡς ἐπὶ τοῦ Ἀρήτου (Il. 17, 517) “καὶ βάλεν Ἀρήτοιο,” εἶτα “νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν.” διὰ μέντοι τοῦ ν γραπτέον τὸ δεύτερον ὁρμηθείς.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.