καὶ γὰρ ἀπὸ τῶν ὀρῶν λέγει τὰ συνεστῶτα νέφη μεταχωρεῖν· “ὡς δʼ ὅτʼ ἀφʼ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο κινήσῃ πυκινὸν νέφος” (297). τοιγαροῦν καὶ ὅταν λέγῃ “ὡς δʼ ὅτʼ ἀπʼ Οὐλύμποιο νέφος ἔρχεται,” ἀπὸ ὄρους σημαίνει.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.