ἐγένετο. ἐκεῖνο δὲ ἔχομεν λέγειν, ὡς τὰ εἰς ις ἐπιρρήματα δισύλλαβα βαρύνεται, ὡς ἔχει τὸ ἄνις ἅλις μόγις ἄχρις αὖθις. ὀξύνεται δὲ τὸ χωρίς καὶ ἀμφίς, διότι μακρὰν ἔσχεν ἤτοι φύσει ἢ θέσει. τὰ μέντοι βαρυνόμενα ἤτοι βραχεῖαν εἶχεν ἢ τὴν κοινὴν καλουμένην, ἥτις ἐδύνατο σχεδὸν βραχεῖα εἶναι. διὸ ἐμάχετο τὸ αὖθις βαρυνόμενον.
δοκεῖ δέ μοι ἀποφυγεῖν τὴν ὀξεῖαν, ἐπεὶ καὶ τριχῶς ἐλέγετο κατὰ τὸ τέλος, αὖθις αὖθι αὖθιν. τὸ δὲ τοιοῦτον ἑωρᾶτο καὶ ἐπὶ τοῦ πέρυσι βαρυνομένου.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.