περισπᾶται τὸ πᾶσι, σὺν τεύχεσι πᾶσι καὶ τοῖς ἑταίροις. ἔστι μέντοι καὶ σύνθετόν ποτε, καὶ τρίτη ἀπὸ τέλους ἔσται ἡ ὀξεῖα ἀπʼ εὐθείας τῆς σύμπαντες καὶ αἰτιατικῆς τῆς σύμπαντας· “τοῖς δʼ οὔτι δυνήσεαι ἀχνύμενος·” καὶ οὕτως ἀνεγνώσθη τὸ “σύμπασι Πυλίοισι” (Od. 3, 59). καὶ δῆλον ὅτι ἐνθάδε μὲν ἡ γραφὴ διὰ
τοῦ μ ἐστὶ, ἐπεὶ κατὰ σύνθεσιν, ἐν δὲ τῷ “τεύχεσί τε ξὺν πᾶσι” φυλάξει τὸ ν ἑαυτῆς ἡ πρόθεσις διὰ τὴν παράθεσιν.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.