ἐπεὶ ἀπὸ προσώπου ἐπὶ πρόσωπον ἡ ἀναφορὰ καὶ εἰς ἀπλῆν ἡ μετάληψις· ἀντὶ γὰρ τῆς αὐτῷ δισυλλάβου. ἄμεινον δὲ πείθεσθαι τοῖς περισπῶσι διὰ τὸ ἤδη διαστολὴν γεγενῆσθαι διὰ τῆς ἐμοί· τὸ γὰρ ἑξῆς τοιοῦτόν ἐστιν ἐμοὶ καὶ αὐτῷ ἔπλετο, ὥστε ἀπὸ κοινοῦ λαμβάνεσθαι τὸ ἔπλετο ῥῆμα. ὁμοίως δὲ καὶ ἐπʼ ἐκείνου κατʼ
ὀρθὸν τόνον ἀνέγνωμεν τὴν οἷ “Μέντορ, μή σʼ ἐπέεσσι παραιπεπίθῃσιν Ὀδυσσεὺς μνηστήρεσσι μάχεσθαι, ἀμυνέμεναι δὲ οἷ αὐτῷ” (Od. 22, 213)· καὶ τὸ ἑξῆς ἐστὶ τοιοῦτον, μὴ πεισάτω σε Ὀδυσσεὺς ἡμῖν μάχεσθαι, αὐτῷ δὲ ἀμύνειν. καὶ καθόλου ἡ οἷ ὁπότε προηγεῖται τῆς αὐτός ἀντωνυμίας κατὰ δοτικὴν πτῶσιν, ὀρθοτονεῖσθαι
θέλει, εἴτε εἰς ἀπλῆν εἴη ἡ μετάληψις εἴτε καὶ εἰς σύνθετον. διὸ μεμπτέον ἐκείνην τὴν ἀνάγνωσιν “ἀλλά οἱ αὐτῷ Ζεὺς ὀλέσσῃ” (Od. 4, 667)· ἐχρῆν γὰρ διὰ τὴν ἐπιφερομένην ἀντιδιαστολὴν κατʼ ὀρθὸν τόνον ἀναγινώσκεσθαι.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.