οἱονεὶ μεταμεληθεὶς ἐπιφέρει ἀπειλήσω. ὅ τε Ποσειδῶν ἐπίσταται ὅτι οὐκ εἰς τέλος φείσεται τῆς πόλεως, ἀλλʼ ὅσον μόνον ἕνεκα τοῦ τιμῆσαι τὸν Ἀχιλλέα ἐπαμύνει τοῖς Τρωσίν. τά τε τῶν θεῶν ὀνόματα μετενήνοχέ τις ἀπὸ τῆς θεομαχίας (Il. 21) συναθροίσας τῶν ἐναντιουμένων τοῖς βαρβάροις θεοῖς, οὐκέτι ἐπιστήσας ὡς οὔτε τῷ
Ἑρμῇ οὔτε τῷ Ἡφαίστῳ ἔμελεν ἰδίᾳ τὰ τῆς πορθήσεως, ἀλλʼ ἕνεκα τῆς ἀντικαταστάσεως μόνον παρείληφεν αὐτούς.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.