λοιπὰ τρία στοιχεῖα· τὸ γὰρ ὕδωρ αὐτῇ συνεσφαίρωται, καὶ πυρὸς ἀναδόσεις περὶ αὐτὴν γίγνονται, ὥσπερ κατὰ τὴν Αἴτνην ἐν Σικελίᾳ καὶ περὶ τοὺς Ἡψαίστου κρητῆρας, ὁμοίως δὲ καὶ περὶ Κράγον Λυκίας καὶ ὅσα τοιαῦτα. ὁμοίως δὲ καὶ ὁ ἀὴρ περὶ αὐτήν ἐστι. καλῶς δὲ καὶ τὸν Ὄλυμπον κοινόν φησιν, ἐπεὶ καὶ ὁ Ὄλυμπος τὴν
γένεσιν ἐκ τῶν τεσσάρων κέκτηται στοιχείων. ἡ διπλῆ δὲ ὅτι συναφὴς τῇ γῇ Ὄλυμπος ὡς ἂν ὄρος. τὸ δὲ ὅμοιον πεποίηκε καὶ ἐν Ὀδυσσείᾳ “ναιετάω δʼ Ἰθάκην εὐδείελον, ἐν δʼ ὄρος αὐτῇ” (Od. 9 21)· κεχώρικε γὰρ τὸ ὄρος τῆς Ἰθάκης, οὐχ ὡς μὴ ὂν ἐπʼ αὐτῆς, καθάπερ καὶ τὸν Ὄλυμπον ἐπίγειον ὄντα τῆς γῆς· εἰ γὰρ ὁ αὐτὸς
τῷ οὐρανῷ ἡ μέρος ἐπουράνιον, οὐκ ἂν κοινὸς, ἀλλʼ ἴδιος τοῦ Διός.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.