ἱκανῶς, ὅτε ἐλέγομεν περὶ τοῦ (18) “ἢ οὐ μέμνῃ ὅτε τʼ ἐκρέμω,” ἀκριβέστερον δὲ καὶ νῦν. διὰ γὰρ τούτων ὁ ποιητὴς τὴν κοσμικὴν αἰνίττεται φύσιν, Δία μὲν τὸν ἀνωτάτω ὑποτιθέμενος διάπυρον ἀέρα, Ἥραν δὲ τὸν δεύτερον· καὶ ταύτην φησὶν ὑπὸ Ὠκεανοῦ τεθράφθαι, ἐπειδὴ ἐκ τῆς τῶν ὑγρῶν ἀναθυμιάσεως γίνεται ὁ ἀήρ.
1 2 3 4 ἄκμονας δὲ γῆν καὶ θάλασσαν λέγει, χρυσοῦν δὲ δεσμὸν τὸ αἰθέριον πῦρ, ὅτι ἐν τῷ ἀνωτάτω μέρει συνῆπται αὐτῷ ὁ ἀήρ. καὶ ῥιπτόμενον τὸν Ἥφαιστον εἰς θάλασσαν, παρόσον μεταβάλλει εἰς ἄλληλα τὰ στοιχεῖα, πῦρ μὲν εἰς ἀέρα, ἀὴρ δὲ εἰς ὕδωρ. χαλκεύοντα δὲ ἐν Ὠκεανῷ, ὅτι τὰ στερρὰ τῆς διὰ ὕδατος καὶ πυρὸς ἐργασίας τυγχάνει.
καὶ Ἡσίοδος Οὐρανὸν μὲν λέγει τὴν ἐκπύρωσιν, Κρόνον δὲ τὸν ἄνωθεν κρουνηδὸν ἐπιφερόμενον ὄμβρον, Ῥέαν δὲ τὴν ἐπιρρεομένην ὕδασι γῆν, ἐκτομὴν δὲ Οὐρανοῦ τὴν τοῦ πυρώδους ἐξ ὑγρῶν σβέσιν, λίθον δὲ καταπινόμενον ὑπὸ Κρόνου, ἐπειδήπερ ἡ μεταβολὴ τῶν ὑγρῶν εἰς στερρότητα πήγνυται· κρύπτεσθαι δὲ τὸν Δία διὰ
τὸ τὸ ζῆν ἐπικρατεῖν τῷ τῷ χειμῶνι τοὺς καρποὺς ἀφανίζεσθαι πλεοναζόντων τῶν ὑγρῶν.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.