καὶ σύνδεσμος ἐξακούεσθαι, ἵνα γένηται καὶ ἐπέεσσι καθάπτετο. καὶ ἔστιν ὅμοιον τοῖς τοιούτοις “βεβλήκει γλουτὸν κατὰ δεξιὸν, ἡ δὲ διὰ πρό” (l. 5, 66) “ἡ δὲ χιτῶνʼ ἐνδῦσα (ib. 736)· καὶ γὰρ. ἐπὶ τούτων διχῶς ἀνέγνωσαν, ὥσπερ καὶ ἐπὶ τοῦ ἐν τῇ Ὀδυσσείᾳ” 1 (5, 391) “αὐτίκʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο, ἡ δὲ γαλήνη.” ἄμεινον δὲ ἐπὶ πάντων ἄρθρον ἐκδέχεσθαι, ὥσπερ καὶ Ἀριστάρχῳ ἐδόκει.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.