καὶ ἐπὶ τοῦ “εὗρε δʼ ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν, ἀμφὶ δέ τʼ ἄλλαι εἴωθʼ ὁμηγερέες” (Il. 24, 83)· ἐκδέχεταί τε κλίσιν τὴν ἀπὸ τοῦ εἰμί εἰς παθητικοῦ ὑπερσυντελίκου χρόνον, καὶ μεταλαμβάνει εἰς τὸ ὑπῆρχον. ἔχει δὲ ἐπίστασιν εἰ τοῦ εἰμί τὰ παθητικὰ δύναται συστῆναι κατὰ σημαινόμενον ἢ χρῆσιν Ἑλληνικήν. διὸ ἄμεινον δασύνειν καὶ
ἐκδέχεσθαι ἐνδιέτριβον καὶ ἐκάθηντο· καὶ γὰρ ἁρμόζον τοῖς ὑποκειμένοις κεῖσθαι μὲν τὸν Ἕκτορα, περικαθέζεσθαι δὲ αὐτὸν τοὺς ἑταίρους συγκάμνοντας. αὐτός τε ὁ ποιητὴς ἔκλινε τὸ ῥῆμα τοῦτο τριχῶς, πῆ μὲν κοινῶς εἰπὼν “τοῖοι δʼ ἄρα Τρώων ἡγήτορες ἧντ’ ἐπὶ πύργων” (Il. 3, 153). πῆ δὲ Ἰωνικῶς “οἱ δʼ ἕατ’ εἰν ἀγορῇ” (Il. 7,
414), πῆ δὲ ἐπενθέσει τοῦ ἴ πάλιν χρησάμενος Ἰωνικῶς “εἴατο καὶ προὔχοντες” (Od. 3, 8), ὡς καὶ τὸ προκείμενον.
(Od. 5, 342). τούτῳ συγκατατίθεται καὶ ὁ Ἀσκαλωνίτης καὶ 1 2 3 Ἀλεξίων καὶ σχεδὸν πάντες, καὶ ἡμεῖς. εἰσὶ μέντοι οἳ ἄλλως διέστειλαν, σὓς ἐλέγχει ὁ Ἡρωδιανός.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.