Ἥρα τότε ἐκ τῆς Ἴδης ὀξέως παρεγένετο εἰς τὸν Ὅλυμπον.
η μενοινήῃσί τε.
ἁρμόζει τῆς πρὸς τοὺς ἀνέμους παραγεγονυίας (ΙΙ 23, 203). ἀλλὰ μὴν οὐδʼ ἐπέεσσι γραπτέον· ἐπιδίδωσι γὰρ ἡ Θέμις αὐτῇ τὸ ποτήριον. ὁ δὲ Θρᾷξ Διονύσιος παρακεῖσθαί φησι τὸ σημεῖον ὅτι διὰ παντὸς τοὺς θεοὺς συνίστησι πίνοντας καὶ ταύτην ἀρίστην διαγωγὴν ἔχοντας, πρὸς τὸ ἐν Ὀδυσσείᾳ “οὐ γὰρ ἔγωγέ τί φημι τέλος χαριέστερον
εἶναι ἢ ὅταν εὐφροσύνη μὲν ἔχῃ” (Od. 9, 5).
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.