τῶν Ἀχιλλέως νεῶν, οὔτε τὸν Πάτροκλον ἀνέστησεν ἐπὶ τὸν πόλεμον ὁ Ἀχιλλεύς. καὶ τὸ πέσωσιν οὐχ Ὁμηρικόν· μᾶλλον γὰρ ἐκεῖνος τὸ ἐμπεσεῖν ἐπὶ τοῦ ἐνσεῖσαι τίθησιν· “ἔφαντο γὰρ οὐκέτʼ Ἀχαιοὺς σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσι πεσέεσθαι” (Il. 12, 125). ἡ δὲ παλίωξις οὐχ Ὁμηρικῶς παρείληπται· οὐ
γὰρ λέγεται οὕτως ψιλῶς παρʼ αὐτῷ ἡ φυγὴ, ἀλλʼ ὅταν ἐκ μεταβολῆς οἱ πρότερον φεύγοντες διώκωσι· σαφῶς γὰρ ἐν ἄλλοις φησὶν “εἰ δέ χʼ ὑποστρέψω καὶ παλίωξις δὲ γένηται” (ib. 71). ἀσύνηθες δὲ καὶ οὐδετέρως τὸ Ἴλιον νῦν ῥηθέν “Ἴλιον αἰπὺ ἕλοιεν” (71)· πάντοτε γὰρ θηλυκῶς λέγει. ἔν τε τῷ “λισσομένη τιμῆσαι” φησὶν
ὁ Ἀρίσταρχος ὅτι οὐδαμῆ τὸν Ἀχιλλέα πτολίπορθον εἴρηκεν, ἀλλὰ ποδάρκη καὶ ποδώκη.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.