οὐ διʼ ἐμὴν γνώμην Ποσειδῶν Ἕλλησι βοηθεῖ. πληρέστατος δʼ ἄν ἦν ὁ λόγος, εἰ καὶ σύνδεσμος ἔκειτο ὁ ὅτι ἢ ὡς· καὶ συνήπτετο ἂν τοῖς ἐπάνω, ἵνʼ ᾖ τοιαύτη ἡ φράσις, ἴστω Γῆ καὶ Οὐρανὸς ὅτι μὴ διʼ ἐμὴν γνώμην. ἀλλὰ σπανίως τὰ τοιαῦτα λείπει, καὶ σχεδὸν ἐπὶ μόνων τῶν ὅρκων, ὡς κἀκεῖ “ἴστω νῦν Ζεὺς πρῶτα· ἦ μέν τοι τάδε πάντα
τελείεται” (Od. 19, 303). τάχα οὖν καὶ διὰ τοῦτο συναπτέον αὐτὰ τοῖς ἐπάνω, ἐπεὶ συνήθης ἐστὶ τῶν ὅρκων ἡ ἔλλειψις.
ἀρνήσεως τῆς οὔ.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.