νῦν, οὐχ ἁρμόζει· οὐ γὰρ Ἕκτορι χαριζόμενος, ἀλλʼ ἑαυτῷ καὶ πατρί. καὶ τὰ τῆς πληγῆς ἀνακόλουθα· πῶς γὰρ ὁ ἀντίον ἡνιοχῶν ἐπὶ τὰ ὄπισθε κατὰ τὸν αὐχένα τύπτεται; ὕστερον δὲ ἐν τοῖς περὶ τοῦ ναυστάθμου 1 23. αὐτὴ Lehrsius] αὕτη 2 ἀπολογεῖται· τὸν γὰρ ἡνίοχόν φησιν ἀπεστράφθαι πρὸς τὸ πεδίον καὶ τοὺς ἵππους, τὸν δὲ παραιβάτην πρὸς τὰς ναῦς ἐπὶ τοῦ δίφρου, ἵνα ἀπὸ τοῦ ἴσου γένηται ἡ μάχη. ἔστι δὲ καὶ ἀλλαγὴν πτώσεως νοῆσαι, ἀντὶ τοῦ αὐχένος ὄπισθεν.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.