ἀγνοοῦσι δὲ ὅτι ὁ χαρακτὴρ μάχεται· ἀεὶ γὰρ τὸ η πρὸ φωνήεντος ψιλοῦται, ἠώς ἤϊα. ταύτῃ καὶ τὸ “ἥτε ξείνων θέμις ἐστί” (Od. 9, 268) δασύνεται, τὸ δὲ ἠΰτε ψιλοῦται· καὶ τὸ ἕως δασύνεται, τὸ δὲ ἠώς ψιλοῦται· καὶ τὸ ἥλιος δασύνεται, τὸ δὲ ἠέλιος ἐψιλώθη. ὥστε εἴτε ἐκ τοῦ ἥϊος δασυνομένου ἐστὶν εἴτε ἐκ τοῦ ψιλουμένου, μόνως
ψιλωτέον.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.