κλίνεται, λέβητα Λάχητα· εἰ δʼ οὐχ οὕτως ἐκλίθη, δῆλον ὅτι περισπασθήσεται· ἄλλως τε εἰ εὑρέθη αὐτοῦ ἡ αἰτιατικὴ ὡς ἀπὸ βαρυτόνου “Φυλείδην τε Μέγητα” (Il. 19, 239), ὅτε μὴ οὕτως ἔχει, περισπασθήσεται, ὡς Θαλῆν καὶ Θάλητα καὶ Φαλῆν καὶ Φάλητα. ἔστι δὲ ὑπὲρ τοῦ Ἀριστάρχου πρὸς αὐτοὺς πρῶτον μὲν
ἐκεῖνο εἰπεῖν, ὅτι οὐχ ἀπλῶς τὰ εἰς ης, ἀλλὰ τὰ εἰς της λήγοντα τὴν προειρημένην ἀναδέχεται κλίσιν, ἐπεὶ τὰ πολλά ἐστι διχῶς κεκλιμένα. τὸ γοῦν Μύνης ὁ μὲν ποιητὴς περιττοσυλλάβως ἔκλινεν (“πέρσεν δὲ πόλιν θείοιο Μύνητος” Il. 19, 296), ὁ δὲ Σοφοκλῆς ἰσοσυλλάβως “Μύνου τʼ Ἐπιστρόφου τε.” μύκητα τε καὶ μύκην,
εἰ καὶ πολλὰ σημαίνει ἡ λέξις. καὶ ὅτι οὐ τὸ μέτρον αἴτιόν ἐστι, δῆλός ἐστιν Ἑκαταῖος οὕτως κλίνας. φησὶ γὰρ “καὶ ἐπαφήσας 1 2 3 4 5 6 τὸν κολεὸν τοῦ ξίφεος, τὸν μύκην εὗρεν ἀποπεπτωκότα.” ὁ δὲ Ἄρατος (Dios. 244) περιττοσυλλάβως ἔκλινεν· “ἢ λύχνοιο μύκητες ἀγείρονται περὶ μύξαν.” καὶ μήποτε ταῦτα συναγωνίζεται τῷ Ἀριστάρχῳ· καὶ γὰρ ταῦτα διχῶς κλιθέντα οὐ μετέβαλε τὸν τόνον, οἷς ὁμοιον δύναται εἶναι καὶ τὸ Μέγης.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.