ὁ Ζεὺς διὰ θνητὸν Ἡρακλέα· φησὶ γὰρ “ἢ οὐ μέμνῃ ὅτε τʼ ἐκρέμω.” ῥητέον δὲ ὅτι φιλοσοφεῖ Ὅμηρος. μυθικῶς γὰρ Ζεὺς 1 2 ἐνταῦθα ὁ αἰθὴρ οὐρανοῦ τοῦ περὶ τὸν ἀέρα δεσμός ἐστιν ὁ ἄγων τὰ ὑγρὰ καὶ ἐξ αὐτοῦ δεσμεύων τὰ πάντα· μετʼ αὐτὸν δέ ἐστιν ἀὴρ μέσος γῆς καὶ αἰθέρος, ὃ δεῖ νοεῖν ἡμᾶς τὴν Ἥραν ὑπάρχειν· τοῦ δʼ ἀέρος ἐκκρέμαται ὕδωρ τε καὶ γῆ, σὓς δὴ νῦν ἄκμονας λέγει παρὰ τὸ ἀκοπίαστα εἶναι τὰ στοιχεῖα. καλῶς οὖν οὐ δύνανται
οἱ θεοὶ τὸν δεσμὸν λῦσαι· ἰσχὺς γὰρ τῶν ὅλων τὸ συνδεδέσθαι. ἡ διπλῆ δὲ, ὅτι ἐκ δυεῖν τόπων, τούτου τε καὶ τοῦ κατὰ τὴν A ῥαψῳδίαν(587), ὁ ποιητὴς τῆς τοῦ Ἡφαίστου ῥίψεως καὶ τῶν Ἥρας δεσμῶν πληροῦται μῦθον.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.