δεήσει τὸ ι, δεύτερον ἐκεῖνο ὁρῶμεν ἐναντιούμενον· τὰ γὰρ εἰς ις λήγοντα καθαρὸν θηλυκὰ, τῷ α παραληγόμενα, οὐ φιλεῖ βαρύνεσθαι, τοὐναντίον δὲ ὀξύνεσθαι—ὁ δὲ λόγος ἐπὶ τῶν Ἑλληνικῶν, ἵνα μή τις τὸ Ξόϊς ἢ Σάϊς ἀντιθῇ, κείμενα παρʼ Ἠροδότῳ—, οἷον Θηβαΐς Δαναΐς Λαίς Θαίς. οὕτως ἄρα δαΐς, χωρὶς εἰ μὴ λέγοι τις τοῦτο
βεβαρυτονῆσθαι πρὸς ἀντιδιαστολὴν τοῦ ὀξυνομένου, ὥσπερ καὶ τὸ ἀκρίς. ἄμεινόν ἐστιν ἐκεῖνο λέγειν ὡς ὅτι εἴτε ἀπὸ τῆς δάϊς βαρυνομένης εἴτε ὀξυνομένης ἡ προκειμένη ἐστὶ δοτικὴ, ὀφείλει ὀξύνεσθαι τῷ τὰς εἰς ι συνεσταλμένον ληγούσας δοτικὰς καὶ μὴ συναλειφθείσας ἐπʼ ὀνομάτων ἀρσενικάς τε καὶ θηλυκὰς ὀξύνεσθαι, μηνί χηνί·
ταύτῃ καὶ λιτί. οὕτως καὶ ἡ δαΐ, εἴτε ἀποκέκοπται εἴτε συγκέκοπται, ὀξυτονηθήσεται.
τραπέντος γὰρ τοῦ α εἰς η καὶ τοῦ ι πλεονάσαντος ἐγένετο.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.