ἀναγνωστέον ποῖον τὸν μῦθον ἔειπες, εἶτα ἀφʼ ἑτέρας ἀρχῆς εἰ νῦν ἐν φιλότητι, ἵνα ὑποστίζωμεν κορυφῇσι καὶ ἅπαντα, στίζωμεν δὲ μετὰ τὸ πῶς κʼ ἔοι, εἶτα ἀπʼ ἄλλης ἀρχῆς εἴ τις νῶϊ θεῶν αἰειγενετάων, καὶ ὑποστίζωμεν ἀθρήσειε, πεφράδοι, ἵνʼ ᾖ ἀπόδοσις οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα. οὕτως δὲ ἔσονται
ἀνταποδοτικαὶ περίοδοι ἀμφότεραι ὀρθαὶ, τοιαῦται. εἰ νῦν ἐπὶ τῆς Ἵδης κοιμηθῆναι βούλει, πῶς ἂν εἴη, οἷον πῶς ἂν ἐνδέχοιτο; ἡ δὲ ἑτέρα, εἴ τις ἴδοι τῶν θεῶν καὶ τοῖς ἄλλοις εἴποι, οὐκ ἂν ἔλθοιμι εἰς τὸν σὸν οἶκον. ἢ ἀνεστραμμένας αὐτὰς ποιητέον, συνάπτοντα οὕτως, ποῖον τὸν μῦθον ἔειπες, εἰ νῦν ἐν φιλότητι λιλαίεαι.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.