χάριν ἐξ Ἄργους ἔφυγεν εἰς Θήβας· σὺν αὐτῷ δὲ καὶ Ἀλκμήνη. ὑποδεχθέντες δὲ ἀσμένως ὑπὸ τῶν βασιλευόντων τῆς πόλεως Κρέοντος καὶ Ἡνιόχης τιμῆς ἐτύγχανον μεγίστης. οὐ βουλομένης δὲ Ἀλκμήνης γαμηθῆναι, εἰ μὴ οἱ φονεῖς τῶν ἀδελφῶν αὐτῆς ἀναιρεθῶσι Τηλεβόαι, κατηγωνίσατο αὐτοὺς Ἀμφιτρύων, προσλαβόμενος
συμμάχους Βοιωτοὺς καὶ Λοκροὺς, ἔτι δὲ Φωκεῖς, ἐνιαυτὸν προσεδρεύσας. ὡς δὲ ὑποστρέψας ἀπὸ τῆς στρατείας ἦγε τοὺς γάμους ἑαυτοῦ τε καὶ Ἀλκμήνης, τῇ αὐτῇ νυκτὶ ἐρασθείς αὐτῆς ὁ Ζεὺς καὶ εἰκασθεὶς Ἀμφιτρύωνι ἐμίγη καὶ υἱὸν ἐποίησεν· ὁμοίως δὲ καὶ Ἀμφιτρύων τῇ αὐτῇ νυκτί. ἤδη δʼ ἐκείνης τὸν ἑπταμηνιαῖον
1 2 3 4 5 χρόνον τῆς μίξεως ἐχούσης, γεννᾶται Ἡροκλῆς μὲν ἐκ Διὸς, Ἰφικλῆς δὲ ἐξ Ἀμφιτρύωνος.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.