ὅτι δὲ δεῖ κατὰ διάλυσιν ἀναγινώσκειν καὶ οὐ παρωνύμῳ τύπῳ, διδαχθησόμεθα ἐξ αὐτῆς τῆς φωνῆς. ἐγίνετο γὰρ ἂν θεραποντεύς· ἀπὸ γὰρ γενικῶν φιλεῖ ὁ τοιοῦτος τύπος παράγεσθαι, εἴγε καὶ παρὰ τὴν λέοντος ὁ Λεοντεύς, οὐχὶ Λεωνεύς, παρά τε τὴν Αἰθίοπος Αἰθιοπεύς.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.