ἀλλὰ καὶ κατὰ πλῆθος ἔστι τις ἀρετὴ νοουμένη, κἂν εἷς ἕκαστος ἀσθενὴς ᾖ καθʼ αὑτόν. ἐὰν δὲ χωρίζωμεν τὰς δύο λέξεις, εὐεμπτώτως ἕξομεν ἐπὶ τὸ ἀπεμφαῖνον, ὅπερ ἐστὶ τοιοῦτο, συμφορητή τις ἀρετὴ ἀνδρῶν ἐστι, καὶ μάλιστα τῶν ἀσθενῶν. ὅπερ οὐκ ἔστιν.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.