ἀλλʼ οὐδαμῶς ὁ χρὼς ἐφάνη· ἐὰν δὲ χροός ὡς σοφός κατὰ γενικὴν πτῶσιν, ἔσται, ἀλλʼ οὐδαμῶς τοῦ χρωτὸς διῆλθε· τὸ γὰρ εἴσομαι 1 2 3 4 5 καὶ τὸ φανῆναι σημαίνει καὶ τὸ διελθεῖν. ἐπικρίνομεν δὲ ἡμεῖς περὶ τῆς ἀναγνώσεως ἐκεῖνο, ὡς ὅτι πιθανόν ἐστι μᾶλλον τὴν γενικὴν ἐκδέχεσθαι ἤπερ τὴν εὐθεῖαν· ἦν γὰρ αὐτῷ ἔθος εὐθεῖαν μὲν ἐπίστασθαι εἰς ως περατουμένην “ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος” (Il. 4. 510)· καὶ ἀκόλουθος αἰτιατικὴ “χρῶτʼ ἀπονιψαμένη” (Od. 18,
172). τὰς δὲ ἄλλας πλαγίους οἶδεν ἀπὸ τῆς εἰς ους εὐθείας· “χροῒ δʼ ἔντεʼ ἐδύσετο παμφανόωντα” (Il. 9, 596)· καὶ τὴν αἰτιατικήν “μή τις χρόα καλόν.” ὥστε εἰ οὐ κεκώλυται τῆς γενικῆς ἡ σύνταξις, τί ἐστι τὸ κατεπεῖγον μὴ τῇ συνήθει κλίσει τὴν ἀνάγνωσιν ποιεῖσθαι;
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.