οὐ τὸ κομῶ· οὕτως οὖν ἀναγνωστέον, ὡς κυπαρισσόκομος καλλίκομος. τὰ δὲ ἀπὸ τῶν εἰς η ληγόντων θηλυκῶν συντιθέμενα καὶ μεταβάλλοντα τὸ τέλος εἰς τὴν εἰς ος κατάληξιν προπαροξύνεται, ἄφωνος ἄναυδος· οὕτως ἱππόκομος. τότε μέντοι παροξυτονητέον τὸ ἱππόκομος, ὅτε τὸ κομεῖν ἔγκειται· “Νεστορέας μὲν ἔπειθʼ ἵππους θεράποντε
κομείτην” (Π. 8, 113).
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.