Αἰσχύλος ἀβίους φησίν. ἄβιοι δὲ ἐκλήθησαν ἢ παρὰ τὸν βίον ἢ τὴν βίαν. ἢ ἅμα βίῳ πορευόμενοι. ἢ ὅτι ἄοικοι. οἱ δὲ τὸ α κατʼ ἐπίτασιν, ἵνʼ ᾖ πολυβίων καὶ πολυετῶν, ὅτι μακρόβιοι. ἢ τὸν ἡμέτερον βίον μὴ ἐγνωκότων· ἐπιφέρει γὰρ δικαιοτάτων ἀνθρώπων. ἢ μὴ βιαζομένων. ἢ ἁμαξοβίων. τινὲς δὲ τούτους Σαρμάτας φασίν·
λέγουσι δὲ αὐτοὺς τοὺς ὁδίτας τρέφοντας ἄλλον ἄλλῳ διαπέμπειν
Ἀμαζόσιν εἰς Ἀσίαν.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.