Σειρήνοιιν (Od. 12, 52), ὅτι ὁ λόγος ὡς περὶ δύο
τὴν θεὸν τοὺς ὀφθαλμοὺς τοῦ ξοάνου εἰς τὴν ὀροφὴν τρέψαι, τοῖς δὲ Ἕλλησιν ὑποστρέφουσι καὶ κατὰ τὴν Εὔβοιαν γενομένοις χειμῶνας διεγεῖραι μεγάλους, ὥστε πολλοὺς αὐτῶν διαφθαρῆναι. διανηξάμενος δὲ Αἴας εἰς τὰς Γυράδας καλουμένας πέτρας ἔλεγε χωρὶς θεῶν γνώμης διασεσῶσθαι· Ποσειδῶν δὲ ἀγανακτήσας διέσχισε
τὴν πέτραν καὶ τὸν Αἴαντα τῷ κλύδωνι παρέδωκενʼ ἐκριφέντα δὲ αὐτὸν κατὰ Δῆλον νεκρὸν Θέτις ἐλεήσασα θάπτει. Ἀθηνᾶ δὲ οὐδʼ οὕτως τῆς ὀργῆς ἐπαύσατο, ἀλλὰ καὶ τοὺς Λοκροὺς ἠνάγκασεν ἐπὶ χίλια ἔτη εἰς Ἴλιον ἐκ κλήρου παρθένους πέμπειν. ἡ ἱστορία παρὰ Καλλιμάχῳ ἐν Α αἰτίων καὶ παρὰ τῷ ποιητῇ ἐν τῇ Δ τῆς Ὀδυσσείας
παχυμερῶς.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.