πιθανῶς πάνυ. ἡμεῖς δʼ ἔχομεν περὶ τὸν σχηματισμόν τι ἐξαίρετον συμβεβηκὸς ἐπιστῆσαι πρὸς τὸ πρῶτον. ἡ ει δίφθογγος ἐν τοῖς παρυχημένοις ἄρχουσα εἰ διαιροῖτο, εἰς δύο εε διαιρεῖται, εἶρτο ἔερτο (“ἀτὰρ ἠλέκτροισιν ἔερτο” Od. 15, 460)· εἴργνυ ἐέργνυ (“κατὰ συφεοῖσιν ἐέργνυ” Od. 10, 238). οὐκ ἄρα ἐκ τοῦ εὅφθη
ἐγένετο ἡ διαίρεσις. δῶμεν δὲ ἀπὸ τοῦ η ἄρχεσθαι τὸ ἥφθη, ἐπεὶ ἀδιαφόρως τὰ ἀπὸ τοῦ ε ἀρχόμενα ῥήματα εἴωθε κλίνεσθαι καὶ διὰ τῆς ει διφθόγγου κατʼ ἀρχὴν καὶ διὰ τοῦ η· ἀπὸ γοῦν τοῦ ἑλκῶ περισπωμένου εἵλκεον φήσας τὸν παρατατικὸν, διὰ τοῦ η τὸν ἀόριστον ἐξήνεγκεν ἐν τῷ “Λητῶ γὰρ ἥλκησε Διός” (Od. 11, 580). ἀλλʼ
οὐ θέλει πάλιν τὸ η τὸ κατʼ ἀρχὴν τῶν παρυχημένων εἰς ε καὶ α διαλύεσθαι, ὁπότε ὁ ἐνεστὼς ἄρχει ἀπὸ τοῦ ε· ἀπὸ μέντοι τοῦ α καὶ η, ὡς δῆλον ἐκ τῶν τοιούτων, ἤλη ἐάλη (ἀλῶ γὰρ τὸ θέμα· πρόδηλον κἀκ τῆς ἀλείς μετοχῆς), ἤγη ἐάγη. πῶς οὖν παρὰ τὸ ἔπω καὶ ἥφθη τὸ ἑάφθη δύναται διαιρεῖσθαι: διὸ ὁ Τυραννίων
ἐκδέχεται ἀπὸ τοῦ ἅπτω, οὗ γίνεται ἀόριστος, φησὶν, ἥφθη, καὶ ποιητικῶς ἅφθη, προσόδῳ δὲ τοῦ ε ἑάφθη. ὅτι δὲ τὸ προσερχόμενον ε ταῖς δασυνομέναις λέξεσι μεταληπτικὸν γίνεται τῆς ἐκείνων δασύτητος, πρόδηλον κἀκ τοῦ ἔερσα ἔεδνα ἑήνδανε ἑώρων. οὕτως οὖν καὶ τὸ ἑάφθη ἔχει. σημαίνει δὲ τὸ οἱονεὶ συνήφθη αὐτῷ. ταῦτα μὲν
ὁ Τυραννίων. εἰ δὲ ἠβούλετο καὶ διαίρεσιν παραλαμβάνειν ὁ ἀνὴρ, οὐδὲν ἦν τὸ κωλῦον.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.