ὑπʼ Ἰδομενῆῖ Ποσειδάων ἐδάμασσε· τὰ δὲ λοιπὰ διὰ μέσου. ἐπεὶ δὲ πολὺ διέστη τὸ ἑξῆς, εἰκότως ἀνείληφε τοῦ πράγματος τὴν ἀρχὴν σχεδὸν ταῖς αὐταῖς φωναῖς· τὸ μὲν γὰρ τότε ἀντὶ τοῦ ἄνω 1 2 3 κειμένου ἔνθα παρείληπται, ἡ δὲ τόν ἀντωνυμία κατʼ ἀναφορὰν ἐπὶ τοῦ Ἀλκάθου κεῖται. οὕτως οὖν διορθωτέον, ὡς διὰ μέσου.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.