ἐζήτηται δὲ πῶς μᾶλλον οὐ πρεσβεύει ὁ συνετώτερος. ἔστι δὲ λέ- γειν ὅτι κατʼ οἰκονομίαν ὑπελείφθη, ἵνα, ἂν ἀποτύχωσιν οἱ περὶ Ὀδυσ- σέα, αὐτὸς ὕστερον πείσῃ. ἄτοπον γὰρ ἦν νῦν πρεσβεύειν τὸν Νέ- στορα, ὅτε δεῖ πάντως τὸν Ἀχιλλέα μὴ πεισθῆναι· ἀδοξία δὲ ἦν Νέστορα μὴ δυνηθῆναι πεῖσαι. οἱ δέ φασιν ὅτι ἐπειδὴ ἐχθρὸς ἦν
Ἀχιλλέως, λοιδορήσας αὐτὸν πρὸς Ἀγαμέμνονα “τούσδε δʼ ἔα φθινύ- θειν ἕνα καὶ δόο” (Il. 2, 346).
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.