παρά· “ἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετον” (Od. 12, 276)· “ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ” (Il. 10, 349). ἐνθάδε μὲν οὖν ἡγεῖται ὁ Ἀσκαλωνίτης παρέλκειν τὴν παρά, ἵνʼ ᾖ ἐξ ἁλός. ἄλλοι δὲ τὴν παρά κυρίως κεῖσθαι, ἵνα γένηται παρʼ ἅλα φῦκος, καὶ τὴν ἐξ συν- τάσσεσθαι πρὸς τὸ ἔχευαν, ὅπερ καὶ βέλτιον· παρʼ ἁλὶ φῦκος
ἐξέχεναν. μετὰ γοῦν τῆς διά οὖσα ἡ ἐξ οὐ τρέπει τὸ ξ· “διὲξ σωλῆνος εἰς ἄγγος.” Τυραννίων δὲ ἓν μέρος λόγου ἤκουσεν, ἵνʼ ᾖ ἐπίρρημα, καὶ βαρύνει· καὶ ἔχει λόγον, ὡς Ἡρόδοτος ἐν δ΄ (c. 46.) “πάρεξ τοῦ Σκυθικοῦ ἔθνους.” παρὰ δὲ τῷ ποιητῇ τὸ παρέξ δύο μέρη λόγου εἰσὶ καὶ ἐγκλίνονται αἱ δύο προθέσεις.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.