μὲν πρῶτα· ποδώκεσιν ἀγλάʼ ἄεθλα θῆκε γυναῖκα ἄγεσθαι ἀμύμονα ἔργʼ εἰδυῖαν καὶ τρίποδʼ ἀτώεντα δυωκαιεικοσίμετρον, τῷ πρώτῳ· ἀτὰρ αὖ τῷ δευτέρῳ ἵππον θῆκεν ἑξέτε’, ἀδμήτην, βρέφος ἡμίονον φορέουσαν· αὖτις δὲ τὸ τρίτον ἄπυρον κατέθηκε λέβητα, τῷ δὲ τετάρτῳ θῆκε δύω χρυσοῖο τάλαντα” (Il. 23, 262). εἰ γὰρ περὶ
τοῦ ταλάντου τῶν Ἑλλήνων ἐστὶ, βραχύ τι τὸ τάλαντον τοῦ χρυσίου ἦν παρʼ αὐτοῖς, ὡς καὶ Δίφιλος ἐν Ἀναγύρῳ “βραχύ τί ἐστι τάλαντον” φησί. τάλαντον δὲ, οὐ τάλαντα. ταῦτα δὲ χρνσίου τάλαντον.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.