ὑφʼ ἓν μὲν ἀναγινώσκειν, εἰ δὲ καὶ αὐτοὶ φευγόντων, στίζειν δὲ ἐπὶ τὸ γαῖαν, ἵνα λέγηται μὲν ἀποφατικῶς, τὸ δὲ λεγόμενον τοιοῦτον ᾖ, ἄγε δὴ καὶ οὗτοι φευγέτωσαν εἰς τὰς πατρίδας. εἴρηται γὰρ ὡς ὁ εἰ σύνδεσμος ἔχει τινὰ δύναμιν παρακελευστικὴν, ὡς ἐκεῖ “ἀλλʼ εἴ τις καλέσειε θεῶν Θέτιν” (Il. 24, 74) τοῦ εὐκτικοῦ ἀντὶ
προστακτικοῦ κειμένου, ὡς κἀκεῖ “ἐξελθών τις ἴδοι” (Od. 24, 491) ἀντὶ τοῦ ἰδέτω· ἀπρεπὲς γὰρ εὔχεσθαι τὸν Δία. τάχα δὲ καὶ τὸ παρὰ τοῖς Ἀττικοῖς παρακελευστικὸν ἐπίρρημα εἶα ἀπὸ τούτου γέγονε περιττεύοντος τοῦ ᾱ. ἄλλως τε καὶ συντάττεται τῷ ἄγε ἐπιρρήματι· “εἰ δʼ ἄγε νῦν, φίλε Φοῖβε” (Il. 16, 667)· οὐδὲν γὰρ πλέον τοῦ
ἄγε δή. καὶ ἐνθάδε ἄγε δὴ καὶ οὗτοι φευγέτωσαν.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.