κέ σφιν νῆάς τε σοῷ καὶ λαὸν Ἀχαιῶν” (424) καὶ τὸ δεύτερον “ὅππως κεν νῆάς τε σοῷς καὶ λαὸν Ἀχαιῶν” (681). Ἀπίων δὲ διὰ τοῦ α γρά- φει, ἐπεὶ καὶ ἐν ἄλλοις οὕτως εὑρίσκεται· “σάωσε δὲ νυκτὶ καλύ- ψας” (Od. 5, 103) καὶ “ἀλλὰ σάω μὲν ταῦτα, σάω δʼ ἐμέ” (Od. 13, 230). καὶ ἐπὶ μέλλοντος “κερδαλέης, εἴ τίς κεν ἐρύσεται ἠδὲ
σαώσει” (Il. 10, 44). ἡ δὲ πλείων χρῆσις, ὧν ἐστὶ καὶ ὁ Ἀσκα- λωνίτης, ὡς σώζωσι. καὶ δῆλον ὅτι τοῦ σώωσι συστολὴν αὐτοὺς δεῖ παραδέξασθαι. πρόδηλον κἀκ τῆς μετοχῆς· “τὼ δʼ ἑτέρω ἑκάτερθεν ἴτην σώοντες ἑταίρους” (Od. 9, 430.)
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.