μενος τὴν ἀντωνυμίαν· διὸ καὶ τὰς τοιαύτας κατὰ διάλυσιν ἀναγι- νώσκομεν “καὶ μαχόμην κατʼ ἔμʼ αὐτὸν ἐγώ” (Il. 1, 271) καὶ “πυκάσασα ἓ αὐτήν” (Il. 17, 551). τί οὖν ἐστὶν ἐνθάδε λέγειν; ἢ ὅτι λείπει ἡ ἕο, ὡς τὸ “ἕο τʼ αὐτοῦ πάντα κολούει” (Od. 8, 211). οὕτως καὶ ἐνθάδε “τὴν ἕο αὐτοῦ φιλέει.”
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.