ἀορίστου ἀπὸ τοῦ θήπω ἐνεστῶτος, καὶ τὰ ψιλὰ εἰς δασέα, ὡς τὸ ἐπιορκῆσαί φησιν. οἱ αὐτοὶ δὲ καὶ τὸ Ἀθάμας, κατʼ ἀφαίρεσιν τοῦ α καὶ τροπῇ τοῦ θ εἰς τὸ τ, Τάμμας λέγουσι· “Τάμμεω θυγατέρος” Καλλίμαχος ἐν δευτέρῳ αἰτίων. ἐκ τῶν τάφων δὲ ἡ μεταφορά· καὶ γὰρ ἡμεῖς ὁρῶντες τοὺς τάφους ἐκπληττόμεθα τὸ μέλλον δεινόν.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.