μὲν δύο πρεσβεύειν, Αἴαντα καὶ Ὀδυσσέα, Φοίνικος προεληλυθότος οὐκ εἰς τὸ πρεσβεύειν, ἀλλʼ εἰς τὸ συλλαβέσθαι· καὶ διὰ τοῦτο ὁ ποιητὴς δυικοῖς κέχρηται· καὶ “χαίρετον, ὦ φίλοι” (197). ἔνιοι δὲ λέγουσι συμπεπρεσβευκέναι καὶ Φοίνικα, καὶ οὐδὲν εἶναι τεκμήριον τὸν παρὰ τῷ ποιητῇ ἀριθμόν· πολλάκις γὰρ καὶ ἐπὶ πλειόνων αὐτὸν
τετάχθαι, ὡς καὶ ἐπὶ τοῦ “μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ ἆσσον ἰόντε” (Il. 1, 567) καὶ ὡς ἐπὶ τοῦ “τὼ κούρω κρινθέντε δυωκαιπεντήκοντα” (Od. 8, 48).
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.