σχηματίσθη, ὡς πενιχρά, ψυχρά, λέγω δὲ θηλυκῶς. οὕτως ἀβλη- χρά, οὐ κοινωνοῦντός ποτε τοῦ γένους, λέγω δὲ ὁ ἄβληχρος καὶ ἡ ἄβληχρος. ἄλλως τε ἤδη αὐτὸ τὸ βληχρός σημαίνει ὡς ἐπὶ τὸ πλεῖστον μᾶλλον τὸ ἀσθενές. Ἀλκαῖος θʼ “βληχρῶν ἀνέμων ἀχεί- μαντοι πνοαί” καὶ ὁ Νίκανδρος “βληχρὸν γὰρ μυὸς οἷα μυληβόρου
ἐν χροὶ νύγμα.” τοῦτο δὴ πλεονάσαν τῷ ᾱ φυλάξει τὸν αὐτὸν τόνον λαλητός ἀλαλητός στεροπή ἀστεροπή· οὐκ ἐκεῖνο μέντοι διηνεκὲς λέ- γομεν ὅτι πλεονασμὸς τοῦ ᾱ φυλάσσει τὸν αὐτὸν τόνον ἀεί. οἴδα γὰρ τὸ ἄβορος, ἄγαυρος, ἀσταφίς.
φροντίς.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.