Ἠελίοιο ἤσθιον” (Od. 1, 8). καὶ γὰρ διαφέρει τὸ ἀκούειν ἀπλῶς λεγόμενον τοῦ ὑπακούειν, ἧ ἐκ μὲν τοῦ ἀκούειν οἷόν τʼ ἐστὶν ἐκδέ- ξασθαι καὶ τὸ μόνον ἀκοῦσαι, μὴ μέντοι πείθεσθαι τοῖς λεγομένοις. οὕτως οὖν τινὲς ἐδέξαντο “οὐδ᾿ ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς” (97)· ἀκούσας γὰρ οὐκ ἐπείσθη. διὸ ἐν ἑτέροις Ὀδυσσεὺς ἐπαινού-
μενος ὑπὸ τοῦ Διομήδους παραιτεῖται καὶ τὸ ἐπισκώπτεσθαι, ἐν οἷς 1 φησὶ “Τμδιίδη μή τʼ ἄρ με μάλʼ αἴνεε μή τέ τι νείκει” (Il. 10, 249). ἐν μέντοι τῷ ὑπακούειν τὸ πάντως πείθεσθαι τοῖς λεγομένοις ἤτοι ἑκόντας ἢ ἄκοντας. οὕτως οὖν ἔχει καὶ τὸ ὑπήκοος, ὥσπερ ὑποτεταγμένος τινί. τοῦτο δὲ ἀπαιτεῖ ἡ διάνοια· οἱ γὰρ θεοὶ ὑπή. κουον τῷ Διὶ ὡς ὑποτεταγμένοι.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.