Ἀρίσταρχος δὲ γράφει σὺν τῷ ῑ, οἴματʼ ἔχων· καί φασι παρὰ τὴν οἶμον γεγενῆσθαι, τὰς ὁδοὺς καὶ τὰ ὁρμήματα. αἱ μέντοι πλείους τῶν δημωδῶν εἶχον Γοργοῦς ὄμματʼ ἔχων, οἷς συλλαμβάνει καὶ τὸ ἀλλαχοῦ λεγόμενον “τῇ δʼ ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις.” χαλεπὸν οὖν τὸ σαφὲς εἰπεῖν.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.