διώκοντι παραβάλλει τὸν Ἕκτορα διώκοντα πολλούς. ἄλλως τε οὐκ ἔδει εἰκάζειν τὸν διώκοντα κυνὶ, τοὺς δὲ διωκομένους ἀλκιμωτέρῳ ζώῳ, τῷ λέοντι. ῥητέον δὲ πρὸς μὲν τὸ πρότερον ὅτι ὁ Ἕκτωρ εἴ- κασται κυνὶ ἑνὶ καὶ ὁ διωκόμενος θηρὶ ἑνί· φησὶ γὰρ “αἰὲν ἀποκτεί- νων τὸν ὀπίστατον (342). πρὸς δὲ τὸ δεύτερον ὅτι ἡ παραβολὴ οὐ
πρὸς ἰσχὺν, ἀλλὰ πρὸς τάχος· κύνες γὰρ ἐν ταῖς θήραις ἐπιτήδειοι πρὸς δίωξιν· διὰ τοῦτο ὁ Ἕκτωρ διώκοντι εἴκασται κυνί.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.