ὅτι ἄκαιρος ἡ γενεαλογία, καὶ οὐκ ἔχουσα προτροπὴν, ἀλλὰ τοὐναν- τίον ὀνειδισμὸν καὶ ἀποτροπήν.
ὡς οὖν ἀπὸ Τρωϊκῆς γυναικὸς τεχθέντα τὸν παῖδα Τεῦκρον ἐκάλεσαν, προαναπέμψαντες τὸν τόνον καὶ ποιήσαντες κύριον· Τευκροὶ γὰρ οἱ Τρῶες ἀπὸ τοῦ βασιλεύοντος αὐτῶν Τεύκρου· ἡ δὲ ἱστορία ἀκρι- βέστερον εἴρηται παρά τε ἄλλοις πολλοῖς καὶ παρὰ Ἀπολλωνίῳ τῷ γραμματικῷ ἐν τῷ δευτέρῳ τῶν γενῶν. ἐζήτηται δὲ πῶς ἐξ
ἀπόντων ἐπαινέσας τὸν Τεῦκρον νῦν ἐπιφέρει νόθον. ἡμεῖς δέ φαμεν τοῦτο μὴ εἶναι πρὸς αἰσχύνης διὰ τὸ παρὰ τοῖς παλαιοῖς ἔθος κρατοῦν· ἐτίμων γὰρ τοὺς νόθους ἐπʼ ἴσης τοῖς γνησίοις. ἄλλως τε εἰ καὶ αἰχμάλωτος ἡ Ἡσιόνη, ἀλλὰ βασιλίς. ἔτι δὲ καὶ αὐξήσεως ἕνεκεν τοῦτο εἰρῆσθαί φαμεν, ὅτι τῇ ἀρετῇ καὶ τοὺς
γνησίους ὑπερέβαλεν.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.