Ἀρηϊθόοιο] Ἀρηΐθοος ὁ Βοιώτιος, ἄριστος τῶν κατʼ αὐτὸν ἀνθρώπων, διαβὰς εἰς τὴν Ἀρκαδίαν (ἦν γὰρ ἁψιμαχία τις Βοιωτοῖς πολίταις καὶ τοῖς Ἀρκάσι περὶ γῆς ὅρων) πλείστην ἐντεῦθεν κατεσύρατο λείαν. καταφρόνησιν δὲ αὐτοῦ μεγάλην ἐμβαλόντος Ἀρκάσι, Αυ- κοῦργος ὁ τῶν ἐνταῦθα κράτιστος ἀνὴρ λόχον ποιήσας ἔπεισε τὴν
πολλὴν τοῦ Ἀρηϊθόου φάλαγγα, ἀνεῖλέ τε αὐτὸν, καὶ ὑπολαβὼν τὴν λείαν ἔτι καὶ πρὸς ἄμυναν παντευχίαν μετὰ καὶ τῆς κορύνης. ἡ ἱστορία παρὰ Φερεκύδει.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.