ὑπὸ δὲ μέθης ἐκείνων ἐκλαθομένων περὶ τῶν παίδων οἴκαδε χωρισθῆναι· τῇ δὲ ὑστεραίᾳ ἐλθόντας εἰς τὸ ἱερὸν θεάσασθαι τοὺς παῖδας ταῖς τῶν ὄφεων γλώτταις τοὺς πόρους τῶν αἰσθητηρίων καθαιρομένους. ὡς οὖν διὰ τὸ παράδοξον αἱ γοναῖκες ἀνέκραγον, συνέβη ἀπαλλαγῆναι τοὺς ὄφεις καὶ καταδῦναι ἐν ταῖς παρακειμέναις δάφναις, τοὺς δὲ
παῖδας ἀμφοτέρους τῆς μαντικῆς οὕτω μεταλαβεῖν. ἡ ἱστορία παρὰ Ἀντικλείδῃ.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.