καθʼ αὑτῶν θάνατον ἐνομοθέτησαν· τὴν γὰρ θεὸν ὀργισθεῖσαν λέγεται τοῖς μὲν ἀνδράσιν ἵμερόν τινα τῶν Θρᾳκίων ἐμβαλεῖν γυναικῶν, τῶν δὲ ἰδίων ἀμελῆσαι καὶ καθέζεσθαι ἐφʼ ἡσυχίας. διέβαινον οὖν εἰς τὴν Θράκην περιέποντες καὶ σεβόμενοι τὰ ἐνταῦθα. ταῖς δὲ γυναιξὶ τῶν Λημνίων ἔκτοπον λύσσαν ἐμπεσεῖν, ὥστε ψηφίσασθαι πάσας
ἀνδροκτονεῖν. καὶ μὴ ἀποτυχεῖν. γενομένου δὲ τούτου τοῦ ἀτυχή- ματος περὶ τοὺς ἄνδρας, λέγεται τὸν Ἰάσονα μετὰ τῆς Ἀργοῦς ἐξοκείλαντα τῇ κρατίστῃ πασῶν Τψιπύλῃ μιγῆναι, ἐξ ἦς φασὶ γενέσθαι τὸν Εὔνηον. ἡ δὲ ἱστορία παρὰ Ἀσκληπιάδῃ ἐν τοῖς τραγῳδουμένοις.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.