ἐρωτῶσαι.
Ἀλεξίων δὲ δασύνει. ὁ δὲ Ἀρίσταρχος οὐδὲν ἄντικρυς περὶ τοῦ πνεύματος ἀπεφήνατο. ἡμῖν δὲ δοκεῖ ἀφορμῇ ἐκείνῃ χρήσασθαι. εἰ ἄδηλόν ἐστι τὸ πνεῦμα, τὰ δὲ τοιαῦτα πολλάκις ἐκ συναλοιφῶν κρίνεται, εὑρέθη δὲ διὰ ψιλοῦ ἡ συναλοιφὴ, οὐδέποτε δὲ διὰ δασέος, δῆλον ὅτι διὰ τοῦτο συγκαταθετέον τῷ Ἀσκαλωνίτῃ ψιλοῦντι. παρὰ
γοῦν Αἰσχύλῳ (fr. 314) οὕτως εὕρομεν “οὔτε δῆμος οὔτʼ ἔτης ἀνήρ” καὶ παῤ Εὐριπίδῃ (fr. 1003) τὸ “πόλει μὲν ἄρχων, φωτὶ δʼ οὐκ ἔτῃ πρέπων.”
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.