ἀποδεσμεῖ τὸν θάνατον. διὰ τοῦτο οὖν συνέβαινεν οὐδένα τῶν ἀνθρώ- πων ἀποθνήσκειν, ἕως λύει τὸν θάνατον ὁ Ἄρης καὶ αὐτῷ τὸν Σίσυφον παραδίδωσιν. πρὶν ἢ δὲ ἀποθανεῖν τὸν Σίσυφον, ἐντέλλεται τῇ γυναικὶ Μερόπῃ τὰ νενομισμένα μὴ πέμπειν εἰς Ἄιδου. καὶ μετὰ χρόνον οὐκ ἀποδιδούσης τῷ Σισύφῳ τῆς γυναικὸς ὁ Ἅιδης πυθόμενος μεθίησιν
αὐτὸν ὡς τῇ γυναικὶ μεμψόμενον. ὁ δὲ εἰς Κόρινθον ἀφικόμενος οὐκέτι ὀπίσω ἄγει, πρὶν ἢ γηραιὸν αὐτὸν ἀποθανόντα * * κυλινδεῖν ἠνάγκασεν εἰς Ἅιδου λίθον πρὸς τὸ μὴ πάλιν ἀποδρᾶναι. ἡ ἱστορία παρὰ Φερεκύδει.
νεώτεροι τὸν φιλοκερδῆ ἐξεδέξαντο.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.