1 ἐν ἄλλῳ ἡ Νύσα ἐν μέν τισι χώραις ὄρος, ὡς ἐν Βοιωτίᾳ καὶ Θρᾴκῃ καὶ Ἀραβίᾳ καὶ Ἰνδικῇ καὶ Λιβύῃ καὶ Νάξῳ, ὅπου δὲ πόλις, ὡς ἐν Καρίᾳ καὶ ἐν τῷ Καυκασίῳ ὄρει, ὅπου δὲ νῆσος, ὡς ἐν τῷ Νείλῳ ποταμῷ. οὐ δεδήλωκε δὲ ὁ ποιητὴς ἐν ποίᾳ Νύσῃ τὰ περὶ τὴν Λυκούργου δίωξιν ἐγένετο.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.