ὑπὸ τῆς Ῥέας τυχὼν καθαρμῶν, καὶ διαθεὶς τὰς τελετὰς, καὶ λαβὼν πᾶσαν παρὰ τῆς θεᾶς τὴν διασκευὴν, ἀνὰ πᾶσαν ἐφέρετο τὴν γῆν, χορειῶν τε καὶ τιμῶν τυγχάνων προηγεῖτο πάντων ἀνθρώπων. παραγενό- μενον δὲ αὐτὸν εἰς τὴν Θρᾴκην Λυκοῦργος ὁ Δρύαντος λυπήσας Ἥρας μίσει, μύωπι ἀπελαύνει αὐτὸν τῆς γῆς καὶ καθάπτεται αὐτοῦ καὶ
τῶν τιθηνῶν· ἐτύγχανον γὰρ αὐτῷ συνοργιάζουσαι. θεηλάτῳ δὲ ἐλαυνόμενος μάστιγι τὸν θεὸν ἔσπευδε τιμωρήσασθαι ὁ δὲ ὑπὸ δέους εἰς τὴν θάλασσαν καταδύνει, καὶ ὑπὸ Θέτιδος ὑπολαμβάνεται καὶ Εὐρυνόμης. ὁ οὖν Λυκοῦργος οὐκ ἀμισθὶ δυσσεβήσας ἔδωκε τὴν ἐξ ἀνθρώπων δίκην· ἀφῃρέθη γὰρ πρὸς τοῦ Διὸς τὸν ὀφθαλμόν.
τῆς ἱστορίας πολλοὶ ἐμνήσθησαν, προηγουμένως δὲ ὁ τὴν Εὐρώπειαν πεποιηκὼς Εὔμηλος.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.