εὐηγενής “τείχει ὕπο Τρώων εὐηγενέων ἀπολέσθαι” (Il. 23, 81). βαιός ἠβαιός—ἢ παρὰ τὸ ἔθος ἔθειος ὡς τέλος τέλειος, ὄρος ὄρειος, ὄνειδος ὀνείδειος, καὶ τροπῇ τοῦ ε εἰς τὸ η καὶ καταβιβασμῷ τοῦ τόνου γίνεται ἠθεῖος· ἀναλογώτερον δέ ἐστιν ἐκ τοῦ θεῖος αὐτὸ κανονίζειν ἤπερ ἐκ τοῦ ἔθος· ἐκ γὰρ τοῦ θεῖος καὶ ἡ αὐτὴ τάσις σώζεται καὶ ὀλίγα
πάθη δίδονται, ἐκ δὲ τοῦ ἔθος καὶ ἀλλότριος ὁ τόνος καὶ πολλὰ τὰ πάθη δίδονται.
προσφώνησις. οὐκ ἀγνοῶ δὲ ὅτι συγχεῖται ἐν τοῖς μεθʼ Ὅμηρον.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.